Add parallel Print Page Options

Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ [a]καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ, καὶ εἶδεν [b]δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς [c]ἀπ’ αὐτῶν ἀποβάντες [d]ἔπλυνον τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ [e]ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, [f]καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς [g]Σίμων [h]εἶπεν· Ἐπιστάτα, δι’ [i]ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω [j]τὰ δίκτυα. καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, [k]διερρήσσετο δὲ [l]τὰ δίκτυα αὐτῶν. καὶ κατένευσαν τοῖς [m]μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:1 καὶ WH Treg NIV ] τοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 δύο πλοῖα Treg NIV RP ] πλοῖα δύο WH
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 ἀπ᾽ αὐτῶν ἀποβάντες WH Treg NIV ] ἀποβάντες ἀπ᾽ αὐτῶν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 ἔπλυνον WH Treg NIV ] ἀπέπλυναν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:3 ἦν WH Treg NIV ] + τοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:3 καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν WH NIV ] καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 Σίμων WH Treg NIV ] ὁ Σίμων RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 εἶπεν WH NIV ] + αὐτῷ Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 ὅλης WH Treg NIV ] + τῆς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:6 διερρήσσετο WH Treg NIV ] διερρήγνυτο RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:6 τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:7 μετόχοις WH Treg NIV ] + τοῖς RP